TLG 0320 001 :: DIOGENES :: Fragmentum DIOGENES Trag. Fragmentum fr. 1 Citation: Fragment — (line) | ||
1(tit) | ΣΕΜΕΛΗ | |
1 | καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλης γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων | |
---|---|---|
5 | σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ’ ἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυϊ Τμωλίαν θεόν δαφνόσκιον κατ’ ἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις | |
10 | ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ | |
νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς | 185 |